Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.307 Joseph. AJ 8.311 (English) >>Joseph. AJ 8.314

8.309

Φονεύσας δὲ τὸν Ἤλανον ἵππαρχος Ζαμβρίας αὐτὸς βασιλεύει καὶ πᾶσαν τὴν Βασάνου γενεὰν κατὰ τὴν Ἰηοῦ προφητείαν διαφθείρει· τῷ γὰρ αὐτῷ τρόπῳ συνέβη τὸν οἶκον αὐτοῦ πρόρριζον ἀπολέσθαι διὰ τὴν ἀσέβειαν, ὡς καὶ τὸν Ἱεροβοάμου διαφθαρέντα γεγράφαμεν. 8.310 δὲ πολιορκοῦσα τὴν Γαβαθώνην στρατιὰ πυθομένη τὰ περὶ τὸν βασιλέα καὶ ὅτι Ζαμβρίας ἀποκτείνας αὐτὸν ἔχει τὴν βασιλείαν καὶ αὐτὴ τὸν ἡγούμενον αὐτῆς Ἀμαρῖνον ἀπέδειξε βασιλέα, ὃς ἀπὸ τῆς Γαβαθώνης ἀναστήσας τὸν στρατὸν εἰς Θαρσὴν παραγίνεται τὸ βασίλειον καὶ προσβαλὼν τῇ πόλει κατὰ κράτος αἱρεῖ. 8.311Ζαμβρίας δὲ τὴν πόλιν ἰδὼν ἠρημωμένην συνέφυγεν εἰς τὸ μυχαίτατον τῶν βασιλείων καὶ ὑποπρήσας αὐτὸ συγκατέκαυσεν ἑαυτὸν βασιλεύσας ἡμέρας ἑπτά. διέστη δʼ εὐθὺς τῶν Ἰσραηλιτῶν λαὸς καὶ οἱ μὲν αὐτῶν Θαμαναῖον βασιλεύειν ἤθελον, οἱ δὲ τὸν Ἀμαρῖνον. νικήσαντες δʼ οἱ τοῦτον ἄρχειν ἀξιοῦντες ἀποκτείνουσι τὸν Θαμαναῖον, καὶ παντὸς βασιλεύει Ἀμαρῖνος τοῦ ὄχλου. 8.312τριακοστῷ δὲ ἔτει τῆς Ἀσάνου βασιλείας ἦρξεν Ἀμαρῖνος ἔτη δώδεκα· τούτων τὰ μὲν ἓξ ἐν Θάρσῳ πόλει, τὰ δὲ λοιπὰ ἐν Σωμαρεῶνι λεγομένῃ πόλει ὑπὸ δὲ Ἑλλήνων Σαμαρείᾳ καλουμένῃ. προσηγόρευσε δʼ αὐτὴν αὐτὸς Σωμαραῖος ἀπὸ τοῦ τὸ ὄρος ἀποδομένου αὐτῷ ἐφʼ κατεσκεύασε τὴν πόλιν Σωμάρου.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.307 Joseph. AJ 8.311 (English) >>Joseph. AJ 8.314

Powered by PhiloLogic